Luke 10:4-11

4μὴ βαστάζετε βαλλάντιον, μὴ πήραν,
 μὴ = WH Treg NA/NIV: || μηδὲ = RP
μὴ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε.
5εἰς ἣν δ᾽ ἂν
 εἰσέλθητε οἰκίαν = WH Treg NA/NIV: || οἰκίαν εἰσέρχησθε = RP
εἰσέλθητε οἰκίαν ⸃ πρῶτον λέγετε· Εἰρήνη τῷ οἴκῳ τούτῳ.
6καὶ ἐὰν
 ᾖ ἐκεῖ = Treg RP: || ἐκεῖ ᾖ = WH NA/NIV
ἐκεῖ ⸃ υἱὸς εἰρήνης, ἐπαναπαήσεται ἐπ᾽ αὐτὸν εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφ᾽ ὑμᾶς ἀνακάμψει.
7ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾽ αὐτῶν, ἄξιος γὰρ ἐργάτης τοῦ μισθοῦ
 αὐτοῦ = WH Treg NA/NIV: || αὐτοῦ ἐστίν = RP
αὐτοῦ. μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν.
8καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, 9καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς· Ἤγγικεν ἐφ᾽ ὑμᾶς βασιλεία τοῦ θεοῦ. 10εἰς ἣν δ᾽ ἂν πόλιν
 εἰσέλθητε = WH Treg NA/NIV: || εἰσέρχησθε = RP
εἰσέλθητε καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε·
11Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν
 εἰς τοὺς πόδας = WH Treg NA/NIV: || [omit] = RP
εἰς τοὺς πόδας ⸃ ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε ὅτι
 ἤγγικεν = WH Treg NA/NIV: || ἤγγικεν ἐφ᾽ ὑμᾶς = RP
ἤγγικεν βασιλεία τοῦ θεοῦ.
Copyright information for SBLG